TLG 1083 002 :: ISIGONUS :: Fragmenta

ISIGONUS Paradox.
(Nicaeensis: 3 B.C./A.D. 1)

Fragmenta

Source: Müller, K. (ed.), Fragmenta. Paris: Didot, 1851: 435–437.

  • frr. 1–19
  • frr. 1,2,3 verba Latina

Citation: Fragment — (line)

t1-19

ΑΠΙΣΤΑ.

1

Plinius H. N. VII, 2: Anthropo‐ phagos, quos ad septemtrionem esse diximus, de‐ cem dierum itinere supra Borysthenem amnem, ossibus humanorum capitum bibere, cutibusque cum
5capilio pro mantelibus ante pectora uti, Isigonus Nicaeensis (Iccensis. Siccensis var. l.). Idem in Albania gigni quosdam glauca oculorum acie, a pueritia statim canos, qui noctu plusquam interdiu cernant. Idem itinere dierum decem supra Bory‐
10sthenem Sauromatos tertio die cibum capere semper.

2

Idem H. N. VII, 2: In eadem Africa familias quasdam effascinantium, Isigonus et Nymphodorus; quorum laudatione intereant probata, arescant arbores,
5emoriantur infantes. Esse eiusdem generis in Tri‐ ballis et Illyriis adiicit Isigonus, qui visu quoque effascinent, interimantque quos diutius intueantur, iratis praecipue oculis: quod eorum malum faci‐ lius sentire puberes. Notabilius esse, quod pupillas
10binas in oculis singulis habeant.

3

Idem H. N. VII, 2: Cyrnos In‐ dorum genus Isigonus annis centenis quadragenis vivere. Item Aethiopas macrobios et Seras existi‐ mat, et qui Athon montem incolant; hos quidem,
5quia viperinis carnibus alantur: itaque nec capiti, nec vestibus eorum noxia corpori inesse animalia.

4

Cyrillus C. Julian. III: Καὶ μὴν καὶ Ἰσίγονος ὁ Κιττιεὺς (?) ἐν Ῥόδῳ τῇ νήσῳ τὸν τοῦ Διὸς ταῦρόν φησιν οὐκ ἀμοιρῆσαι λόγγου τοῦ καθ’ ἡμᾶς.

5

Tzetzes. Hist. I, 468: Πρόβατα δὲ χρυσόχροόν που φέρειν τὴν ἐρέαν,
Ῥηγῖνος τὸν Ἰσίγονον (lib. Ἡσίγ.) εἰσφέρει γεγραφότα.435

t6-19

E LIBRO SECUNDO.

6

Sotion Περὶ κρην. κ. λιμν. c. 1: Κρήνη ἐν Πο‐ τνίαις περὶ Θήβας, ἐξ ἧς οἱ ἵπποι πίνοντες μαίνονται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων.

7

Id. ib. c. 8: Κρήνη ἐν Παλικοῖς, ἥτις εἰς ὕψος ἀναρρίπτει τὸ ὕδωρ πηχέων ἓξ, ἔμφασιν ποιοῦσα μέλ‐ λειν κατακλύζειν τοὺς ὑποκειμένους τόπους, καθόλου δὲ οὐχ ὑπερεκχεῖται οὐδέν. Ἐπὶ ταύτης οἱ ἐπιχώριοι
5τοὺς ὑπὲρ τῶν μεγίστων ὅρκους ποιοῦνται, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων.

8

Id. ib. c. 43: Ἐν Λυδίᾳ ἐστὶ λίμνη Τάλα μὲν (l. Καλαμίνη μὲν) καλουμένη, ἱερὰ δὲ οὖσα νυμφῶν, ἣ φέρει καλάμων πλῆθος καὶ μέσον αὐτῶν ἕνα ὃν βα‐ σιλέα προσαγορεύουσιν οἱ ἐπιχώριοι. Θυσίας δὲ καὶ
5ἑορτὰς ἐπιτελοῦντες ἐνιαυσίους ἐξιλάσκονται· τούτων δὲ ἐπιτελουμένων, ἐπειδὰν ἐπὶ τῆς ἠιόνος κτύπος συμ‐ φωνίας γένηται, πάντες οἱ κάλαμοι χορεύουσι καὶ ὁ βασιλεὺς σὺν αὐτοῖς χορεύων παραγίνεται ἐπὶ τὴν ἠιόνα, καὶ οἱ ἐπιχώριοι ταινίαις αὐτὸν καταστέψαντες
10ἀποπέμπουσιν, εὐχόμενοι καὶ εἰς τὸ ἐπιὸν αὐτόν τε καὶ ἑαυτοὺς παραγενέσθαι ὡς εὐετηρίας ὄντι σημείῳ, ὡς ἱστορεῖ Ἰσίγονος ἐν δευτέρῳ Ἀπίστων.

9

Id. ib. c. 2: Κρήνη ἐν Κλαζομεναῖς, ἀφ’ ἧς τὰ θρέμματα πίνοντα τὴν ἐρέαν χρωματίνην ποιεῖ, ὡς ἱστορεῖ ὁ προειρημένος Ἰσίγονος.

10

Id. ib. c. 9: Περὶ Σκοτοῦσαν τῆς Θεσσαλίας κρη‐ νίδιόν ἐστι μικρὸν, ὃ τὰ ἕλκη πάντα θεραπεύει καὶ τῶν ἀλόγων ζῴων· εἰς ὃ ἐάν τις ξύλον μὴ λίαν συντρίψας, ἀλλὰ σχίσας ἐμβάλῃ, ἀποκαθίσταται· οὕτως κολλῶδες
5ἔχει τὸ ὕδωρ, ὥς φησιν Ἰσίγονος.

11

Id. c. 11: Φησὶν Ἰσίγονος ἐν Ἀθαμᾶσι κρήνην εἶναι, ἧς τὸ μὲν ὕδωρ ψυχρὸν ὑπάρχειν, τὸ δ’ ὑπὲρ αὐτὸ οὕτω θερμὸν ὑπάρχειν, ὥστε, ἄν τις ὑπερθῇ φρύ‐ γανα, παραχρῆμα ἐξάπτεσθαι.

12

Id. c. 12: Παρὰ Κλειτορίοις ὁ αὐτός φησιν εἶναι κρήνην, ἧς ὅταν τις τοῦ ὕδατος πίῃ, τοῦ οἴνου τὴν
ὀσμὴν οὐ φέρει.436

13

Id. c. 13: Ὁ αὐτός φησιν ἐν Ἰταλίᾳ ἐν τῷ Ῥεα‐ τινῷ ἀγρῷ κρήνην εἶναι Μέντην ὀνομαζομένην, ὁμοίαν τῇ προειρημένῃ.

14

Id. c. 14: Ὁμοίως ἐγγὺς Κόσης ἐστὶ κρήνη, εἰς ἣν ἐὰν θῇς κεράμιον οἴνου γέμον ὥστε ὑπερέχειν τὸ στόμα, παντὸς ὄξους εἶναι δριμύτερον παραχρῆμα, ὡς ἱστορεῖ ὁ αὐτός.

15

Id. c. 21: Ἐν Συκαμίναις πόλει λίμνη ἐστὶν, ἧς τῷ ὕδατι οἱ λουσάμενοι ἢ πιόντες ἀπ’ αὐτοῦ μαδῶσι τὰς τρίχας, τῶν δὲ ἀλόγων ζῴων αἱ ὁπλαὶ ἀποπίπτου‐ σιν, ὡς ἱστορεῖ Ἰσίγονος.

16

Idem c. 27: Ἐν δὲ Ἀλιφάνῳ τῆς Ἰταλίας φρεά‐ τιόν ἐστι βαθὺ, οὗ τὸ μὲν ὕδωρ βλέπεται, ἡλίκον δὲ ἄν τις χαλάσῃ σχοινίον, οὐκ ἐφάπτεται τοῦ ὕδατος, ἀλλ’ ὑπό τινος θείου κωλύεται, ὥς φησιν Ἰσίγονος.

17

Id. c. 36: Περὶ δὲ Ταρρακίναν τῆς Ἰταλίας φησὶν Ἰσίγονος λίμνην εἶναι Μυκλαίαν καλουμένην, καὶ παρ’ αὐτῇ πόλιν ἔρημον, ἧς τοὺς ἐνοικοῦντας στερη‐ θῆναι τῆς πόλεως διὰ τὸ πλῆθος τῶν ὕδρων.

18

Id. c. 40: Τὸ δὲ κατὰ τὴν Σουσιανὴν ὕδωρ φασὶν εἶναι Μηδείας καὶ πεφαρμάχθαι καυστικοῖς φαρμάκοις, ὃ ῥεῖ μὲν ἐκ πηγῆς τινος, φυλάσσεται δὲ ὑπὸ τῶν ἐγχωρίων. Ἔχει δὲ δύναμιν τοιαύτην· τὰ γὰρ χρι‐
5σθέντα ἢ βραχέντα ἐξ αὐτοῦ ζῷα ἢ σκεύη δειχθέντος μακρόθεν πυρὸς πρὸς αὑτὰ ἐπισπᾶται καὶ παραχρῆμα καίεται. Καλεῖται δὲ νάφθα, ἐξενεχθέντα μέντοι τῆς χώρας ἀπόλλυσι τὴν δύναμιν, ὡς ἱστορεῖ Ἰσίγονος.

19

Tzetzes Lyc. 1021: Κρᾶθις, ποταμὸς Ἰταλίας, τῶν λουομένων πυρσαίνων τὰς χαίτας, καθάπερ Ἰσί‐ γονος ὁ ἱστορικός φησι, Σωτίων τε καὶ Ἀγαθοσθένης
οἱ φιλόσοφοι, καὶ Εὐριπίδης ὁ τραγικός.437